Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.220 Joseph. AJ 13.225 (English) >>Joseph. AJ 13.230

13.223

Γενόμενος δʼ ἐν τῇ Σελευκείᾳ Ἀντίοχος καὶ τῆς ἰσχύος αὐτῷ καθʼ ἡμέραν αὐξανομένης ὥρμησε πολεμήσων τὸν Τρύφωνα, καὶ κρατήσας αὐτοῦ τῇ μάχῃ τῆς ἄνω Συρίας ἐξέβαλεν εἰς τὴν Φοινίκην διώξας ἄχρι ταύτης εἴς τε Δῶρα φρούριόν τι δυσάλωτον ἐπολιόρκει συμφυγόντα. πέμπει δὲ καὶ πρὸς Σίμωνα τὸν τῶν Ἰουδαίων ἀρχιερέα περὶ φιλίας καὶ συμμαχίας πρέσβεις. 13.224 δὲ προσδέχεται προθύμως αὐτοῦ τὴν ἀξίωσιν, καὶ χρήματά τε πολλὰ καὶ τροφὴν τοῖς τὰ Δῶρα στρατιώταις πολιορκοῦσι πέμψας τὸν Ἀντίοχον ἀφθόνως ἐχορήγησεν, ὡς τῶν ἀναγκαιοτάτων αὐτῷ πρὸς ὀλίγον καιρὸν κριθῆναι φίλων. μὲν γὰρ Τρύφων ἐκ τῆς Δώρας φυγὼν εἰς Ἀπάμειαν καὶ ληφθεὶς ἐν αὐτῇ πολιορκίᾳ διεφθάρη βασιλεύσας ἔτη τρία. 13.225

δʼ Ἀντίοχος ὑπὸ πλεονεξίας καὶ φαυλότητος λήθην τῶν ἐκ Σίμωνος αὐτῷ πρὸς τὰς χρείας ὑπηρετηθέντων ἐποιήσατο, καὶ δύναμιν στρατιωτικὴν Κενδεβαίῳ παραδοὺς τῶν φίλων ἐπὶ τὴν τῆς Ἰουδαίας πόρθησιν καὶ τὴν Σίμωνος ἅλωσιν ἐξαπέστειλεν. 13.226Σίμων δʼ ἀκούσας τὴν Ἀντιόχου παρανομίαν καὶ πρεσβύτερος ὢν ἤδη ὅμως ὑπὸ τοῦ μὴ δικαίων τῶν παρʼ Ἀντιόχου γινομένων τυγχάνειν παρορμηθεὶς καὶ τῆς ἡλικίας φρόνημα κρεῖττον λαβὼν νεανικῶς ἐστρατήγει τοῦ πολέμου. 13.227καὶ τοὺς μὲν υἱεῖς μετὰ τῶν μαχιμωτέρων προεκπέμπει στρατιωτῶν, αὐτὸς δὲ κατʼ ἄλλο μέρος προῄει μετὰ τῆς δυνάμεως, καὶ πολλοὺς ἐν τοῖς φαραγγώδεσι τῶν ὀρῶν τούτους εἰς ἐνέδραν καταστήσας διαμαρτάνει μὲν οὐδεμιᾶς τῶν ἐπιχειρήσεων, κρατήσας δὲ διὰ πάσης τῶν πολεμίων ἐν εἰρήνῃ τὸν λοιπὸν διήγαγεν χρόνον, ποιησάμενος καὶ αὐτὸς πρὸς Ῥωμαίους συμμαχίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.220 Joseph. AJ 13.225 (English) >>Joseph. AJ 13.230

Powered by PhiloLogic